Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.5 Dem. 38.8 (English) >>Dem. 38.11

38.7φασὶ γὰρ οὐκ ἀποδόσθαι τὰ πατρῷʼ ὧν ἐκομίζοντο χρημάτων, οὐδʼ ἀποστῆναι τῶν ὄντων, ἀλλʼ ὅσʼ αὐτοῖς κατελείφθη χρέα καὶ σκεύη καὶ ὅλως χρήματα, ταῦθʼ ἑαυτῶν γίγνεσθαι. ἐγὼ δʼ οἶδʼ ἀκούων ὅτι τὴν οὐσίαν Ξενοπείθης καὶ Ναυσικράτης ἅπασαν χρέα κατέλιπον, καὶ φανερὰν ἐκέκτηντο μικράν τινα· εἰσπραχθέντων δὲ τῶν χρεῶν καί τινων σκευῶν πραθέντων, ἔτι δʼ ἀνδραπόδων, καὶ τὰ χωρία καὶ τὰς συνοικίας ἐπρίανθʼ οἱ ἐπίτροποι, παρέλαβον οὗτοι. 38.8εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδʼ ὡς οὐ καλῶς διῳκημένων εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος· ἐπειδὴ δʼ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματʼ ἐπράξαντο, πάντα ταῦτʼ ἀφεῖται τότε. οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτʼ ἐκεῖνοι τοὔνομα τοῦτʼ ἐωνοῦνθʼ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα.

38.9ὅτι μὲν οὖν ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν πατὴρ ὅλως ἔλαβεν χρημάτων ἐκ τῆς ἐπιτροπῆς, οὐδενός εἰσιν δίκαι τούτοις καθʼ ἡμῶν ἀπηλλαγμένοις, ἐξ αὐτῶν τῶν νόμων καὶ τῆς ἀφέσεως ἱκανῶς πάντας ἡγοῦμαι ὑμᾶς μεμαθηκέναι. ὅτι δʼ ὕστερον οὐκ ἔνι τὴν κομιδὴν γεγενῆσθαι τούτων τῶν χρημάτων (τοῦτο γὰρ πλάττουσιν οὗτοι καὶ παράγουσιν), τοῦτο βούλομαι δεῖξαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.5 Dem. 38.8 (English) >>Dem. 38.11

Powered by PhiloLogic